Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.346 Joseph. AJ 8.350 (English) >>Joseph. AJ 8.355

8.348φοβηθεὶς δʼ Ἠλίας φεύγει εἰς πόλιν Βερσουβεὲ λεγομένην, ἐπʼ ἐσχάτης δʼ ἔστιν αὕτη τῆς χώρας τῶν τῆς Ἰούδα φυλῆς ἐχόντων κατὰ τὴν Ἰδουμαίων γῆν, καταλιπὼν δʼ ἐκεῖ τὸν θεράποντα εἰς τὴν ἔρημον ἀνεχώρησεν εὐξάμενος ἀποθανεῖν· οὐ γὰρ δὴ κρείττων εἶναι τῶν πατέρων, ἵνα ἐκείνων ἀπολωλότων αὐτὸς ζῆν γλίχηται· 8.349κατακοιμηθεὶς δὲ πρός τινι δένδρῳ διεγείραντος αὐτόν τινος ἀναστὰς εὑρίσκει παρακειμένην αὑτῷ τροφὴν καὶ ὕδωρ· φαγὼν δὲ καὶ συλλεξάμενος ἐκ τῆς τροφῆς ἐκείνης τὴν δύναμιν εἰς τὸ Σιναῖον καλούμενον ὄρος παραγίνεται, οὗ Μωυσῆς τοὺς νόμους παρὰ τοῦ θεοῦ λέγεται λαβεῖν. 8.350εὑρὼν δʼ ἐν αὐτῷ σπήλαιόν τι κοῖλον εἴσεισι καὶ διετέλει ποιούμενος ἐν αὐτῷ τὴν μονήν. ἐρομένης δέ τινος αὐτὸν φωνῆς ἐξ ἀδήλου, τί παρείη καταλελοιπὼς τὴν πόλιν ἐκεῖσε, διὰ τὸ κτεῖναι μὲν τοὺς προφήτας τῶν ξενικῶν θεῶν, πεῖσαι δὲ τὸν λαὸν ὅτι μόνος εἴη θεὸς ὤν, ὃν ἀπʼ ἀρχῆς ἐθρήσκευσαν, ἔφησε· ζητεῖσθαι γὰρ ἐπὶ τούτῳ πρὸς τιμωρίαν ὑπὸ τῆς γυναικὸς τοῦ βασιλέως. 8.351πάλιν δὲ ἀκούσας προελθεῖν εἰς τὸ ὕπαιθρον τῇ ἐπιούσῃ, γνώσεσθαι γὰρ οὕτως τί δεῖ ποιεῖν, προῆλθεν ἐκ τοῦ σπηλαίου μεθʼ ἡμέραν καὶ σεισμοῦ τε ἐπακούει καὶ λαμπρὰν πυρὸς αὐγὴν ὁρᾷ. 8.352καὶ γενομένης ἡσυχίας φωνὴ θεία μὴ ταράττεσθαι τοῖς γινομένοις αὐτὸν παρακελεύεται, κρατήσειν γὰρ οὐδένα τῶν ἐχθρῶν αὐτοῦ, προσέταξέ τε ὑποστρέψαντα εἰς τὴν οἰκείαν ἀποδεῖξαι τοῦ πλήθους βασιλέα Ἰηοῦν τὸν Νεμεσαίου παῖδα, ἐκ Δαμασκοῦ δὲ τῶν Σύρων Ἀζάηλον· ἀντʼ αὐτοῦ δὲ προφήτην Ἐλισσαῖον ὑπʼ αὐτοῦ γενήσεσθαι ἐκ πόλεως Ἀβέλας· διαφθερεῖ δὲ τοῦ ἀσεβοῦς ὄχλου τοὺς μὲν Ἀζάηλος τοὺς δὲ Ἰηοῦς.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.346 Joseph. AJ 8.350 (English) >>Joseph. AJ 8.355

Powered by PhiloLogic